Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.211 Joseph. AJ 15.217 (English) >>Joseph. AJ 15.221

15.214 δʼ οὔτε τῶν τοιούτων ἀηδῶς ἤκουσεν λόγων οὔτε δρᾶν τι κατὰ τῆς γυναικὸς ὡς πεπιστευκὼς ἀπεθάρρει, χεῖρον μέντοι πρὸς αὐτὴν εἶχεν ἀεὶ καὶ τὸ πάθος ἀντεξεκαίετο, τῆς μὲν οὐκ ἀποκρυπτομένης τὴν διάθεσιν, τοῦ δὲ τὸν ἔρωτα πρὸς ὀργὴν ἀεὶ μεταλαμβάνοντος. 15.215κἂν εὐθὺς ἐπράχθη τι τῶν ἀνηκέστων· νῦν δὲ Καίσαρος ἀγγελθέντος κρατεῖν τῷ πολέμῳ καὶ τεθνηκότων Ἀντωνίου καὶ Κλεοπάτρας ἔχειν Αἴγυπτον, ἐπειγόμενος εἰς τὸ Καίσαρι ἀπαντᾶν κατέλιπεν ὡς εἶχεν τὰ περὶ τὴν οἰκίαν. 15.216ἐξιόντι δὲ Μαριάμμη παραστησομένη τὸν Σόαιμον πολλήν τε χάριν τῆς ἐπιμελείας ὡμολόγει καὶ μεριδαρχίαν αὐτῷ παρὰ τοῦ βασιλέως ᾐτήσατο. 15.217κἀκεῖνος μὲν τυγχάνει τῆς τιμῆς. Ἡρώδης δὲ γενόμενος ἐν Αἰγύπτῳ Καίσαρί τε μετὰ πλείονος παρρησίας εἰς λόγους ἦλθεν ὡς ἤδη φίλος καὶ μεγίστων ἠξιώθη· τῶν τε γὰρ Κλεοπάτραν δορυφορούντων Γαλατῶν τετρακοσίοις αὐτὸν ἐδωρήσατο καὶ τὴν χώραν ἀπέδωκεν αὐτῷ πάλιν, ἣν διʼ ἐκείνης ἀφῃρέθη. προσέθηκεν δὲ καὶ τῇ βασιλείᾳ Γάδαρα καὶ Ἵππον καὶ Σαμάρειαν ἔτι δὲ τῆς παραλίου Γάζαν καὶ Ἀνθηδόνα καὶ Ἰόπην καὶ Στράτωνος πύργον. 15.218

Ἐπιτυχὼν δὲ καὶ τούτων λαμπρότερος ἦν, καὶ τὸν μὲν Καίσαρα παρέπεμψεν ἐπʼ Ἀντιοχείας, αὐτὸς δʼ ἐπανελθὼν ὅσον ᾤετο τὰ πράγματα αὐτῷ διὰ τῶν ἔξωθεν ἐπιδιδόναι πρὸς εὐδαιμονίαν, τοσοῦτον ἔκαμνεν τοῖς οἰκείοις καὶ μάλιστα περὶ τὸν γάμον, ἐν καὶ μᾶλλον εὐτυχεῖν ἐδόκει πρότερον· ἔρωτα γὰρ οὐδενὸς ἐλάττω τῶν ἱστορουμένων ἐπεπόνθει μετὰ τοῦ δικαίου τῆς Μαριάμμης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.211 Joseph. AJ 15.217 (English) >>Joseph. AJ 15.221

Powered by PhiloLogic